Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.108 Joseph. AJ 6.112 (English) >>Joseph. AJ 6.116

6.110ὡς οὖν ἧκον εἰς τὴν παρεμβολὴν Ἰωνάθης παρεθάρσυνε τὸν ὁπλοφόρον καὶπροσβάλωμεν τοῖς πολεμίοις, ἔλεγε, κἂν μὲν ἀναβῆναι κελεύσωσι πρὸς αὑτοὺς ἡμᾶς ἰδόντες σημεῖον τοῦτο νίκης ὑπολάμβανε, ἐὰν δὲ φθέγξωνται μηδὲν ὡς οὐ καλοῦντες ἡμᾶς ὑποστρέψωμεν.” 6.111 προσιόντων δὲ αὐτῶν τῷ στρατοπέδῳ τῶν πολεμίων ὑποφαινούσης ἤδη τῆς ἡμέρας ἰδόντες οἱ Παλαιστῖνοι πρὸς ἀλλήλους ἔλεγον ἐκ τῶν ὑπονόμων καὶ σπηλαίων προϊέναι τοὺς Ἑβραίους, καὶ πρὸς Ἰωνάθην καὶ τὸν ὁπλοφόρον αὐτοῦδεῦτε, ἔφασαν, ἀνέλθετε πρὸς ἡμᾶς, ἵνα 6.112ὑμᾶς τιμωρησώμεθα τῶν τετολμημένων ἀξίως.” ἀσπασάμενος δὲ τὴν φωνὴν τοῦ Σαούλου παῖς ὡς νίκην αὐτῷ σημαίνουσαν παραυτίκα μὲν ἀνεχώρησαν ἐξ οὗπερ ὤφθησαν τόπου τοῖς πολεμίοις, παραμειψάμενοι δὲ τοῦτον ἐπὶ τὴν πέτραν ἧκον ἔρημον οὖσαν τῶν φυλαττόντων διὰ τὴν ὀχυρότητα. 6.113κἀκεῖθεν ἀνερπύσαντες μετὰ πολλῆς ταλαιπωρίας ἐβιάσαντο τὴν τοῦ χωρίου φύσιν ἀνελθεῖν ἐπὶ τοὺς πολεμίους, ἐπιπεσόντες δʼ αὐτοῖς κοιμωμένοις ἀποκτείνουσι μὲν ὡς εἴκοσι, ταραχῆς δὲ καὶ ἐκπλήξεως αὐτοὺς ἐγέμισαν, ὡς τινὰς μὲν φυγεῖν τὰς πανοπλίας ἀπορρίψαντας, 6.114οἱ δὲ πολλοὶ μὴ γνωρίζοντες ἑαυτοὺς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν εἶναι πολεμίους ὑπονοοῦντες ἀλλήλους, καὶ γὰρ εἴκαζον ἀναβῆναι πρὸς αὐτοὺς τῶν Ἑβραίων οὐ δύο μόνους, εἰς μάχην ἐτράποντο. καὶ οἱ μὲν αὐτῶν ἀπέθνησκον κτεινόμενοι, τινὲς δὲ φεύγοντες κατὰ τῶν πετρῶν ὠθούμενοι κατεκρημνίζοντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.108 Joseph. AJ 6.112 (English) >>Joseph. AJ 6.116

Powered by PhiloLogic